Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.34 Dem. 20.37 (English) >>Dem. 20.40

20.35οὐ γὰρ δήπου τοῦτό γʼ ὑπείληφεν οὐδείς, ὡς ἐκεῖνος ὑπομενεῖ ἑαυτῷ μὲν ἀκύρους εἶναι τὰς παρʼ ὑμῶν δωρειάς, ὑμῖν δὲ μένειν τὰς παρʼ ἑαυτοῦ. οὐκοῦν πρὸς πολλοῖς οἷς βλάψειν ὑμᾶς νόμος φαίνεται, καὶ προσαφαιρεῖταί τι τῶν ὑπαρχόντων ἤδη. εἶθʼ ὑμεῖς ἔτι σκοπεῖτʼ εἰ χρὴ τοῦτον ἐξαλεῖψαι, καὶ οὐ πάλαι βεβούλευσθε; ἀνάγνωθι λαβὼν αὐτοῖς τὰ ψηφίσματα τὰ περὶ τοῦ Λεύκωνος.Ψηφίσματα

20.36ὡς μὲν εἰκότως καὶ δικαίως τετύχηκεν τῆς ἀτελείας παρʼ ὑμῶν Λεύκων, ἀκηκόατʼ ἐκ τῶν ψηφισμάτων, ἄνδρες δικασταί. τούτων δʼ ἁπάντων στήλας ἀντιγράφους ἐστήσαθʼ ὑμεῖς κἀκεῖνος, τὴν μὲν ἐν Βοσπόρῳ, τὴν δʼ ἐν Πειραιεῖ, τὴν δʼ ἐφʼ Ἱερῷ. σκοπεῖτε δὴ πρὸς ὅσης κακίας ὑπερβολὴν ὑμᾶς νόμος προάγει, ὃς ἀπιστότερον τὸν δῆμον καθίστησʼ ἑνὸς ἀνδρός. 20.37μὴ γὰρ οἴεσθʼ ὑμῖν ἄλλο τι τὰς στήλας ἑστάναι ταύτας τούτων πάντων ὧν ἔχετʼ δεδώκατε συνθήκας, αἷς μὲν Λεύκων ἐμμένων φανεῖται καὶ ποιεῖν ἀεί τι προθυμούμενος ὑμᾶς εὖ, ὑμεῖς δʼ ἑστώσας ἀκύρους πεποιηκότες, πολὺ δεινότερον τοῦ καθελεῖν· αὗται γὰρ οὑτωσὶ τοῖς βουλομένοις κατὰ τῆς πόλεως βλασφημεῖν τεκμήριον ὡς ἀληθῆ λέγουσιν ἑστήξουσιν. 20.38φέρʼ, ἐὰν δὲ δὴ πέμψας ὡς ἡμᾶς Λεύκων ἐρωτᾷ, τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῄρησθε, τί πρὸς θεῶν ἐροῦμεν τί γράψει ποθʼ τὸ ψήφισμʼ ὑπὲρ ἡμῶν γράφων;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.34 Dem. 20.37 (English) >>Dem. 20.40

Powered by PhiloLogic